-
Notifications
You must be signed in to change notification settings - Fork 5
/
Beresford.02.09
5 lines (5 loc) · 2.12 KB
/
Beresford.02.09
1
2
3
4
5
9. Prometheus [47-48]
Ἐν τοῖς παλαιοῖς πολλὰ εἴρηται περὶ Προμηθέως, ἐν οἷς Αἰσχύλος ὁ ποιητὴς τοίαδε ἔλεξεν· Ζεὺς γάρ ποτε υἱὸς ὢν Κρόνου τῷ πατρὶ ἐπανέστη, νικήσας δὲ αὐτὸν ἐκ τοῦ οὐρανοῦ ἐξέβαλεν, ἀλλ’ οὐδὲ τότε ἐδύνατο ἡσυχίαν ἄγειν· οἱ γὰρ Τιτᾶνες δέκα ἔτη ἐς χεῖρας ἦλθον αὐτῷ.
Τέλος δὲ ἐπικρατήσας πάντων τῶν πολεμίων βασιλεὺς ἐγένετο τῶν Ὀλυμπίων θεῶν. Προμηθεὺς δὲ Τιτὰν μὲν ὤν, προειδὼς δὲ τὴν μάχην ἀμήχανον ἐσομένην, παρῄνεσε τοὺς Τιτᾶνας ὑπείκειν, οἱ δὲ οὐ πειθόμενοι καὶ ἐξ οὐρανοῦ ἐξέπεσον.
Καὶ ὁ μὲν Ζεὺς τὸ κράτος ἔχων κακῶς ἐποιέι τοὺς ἀνθρώπους, ὁ δὲ Προμηθεὺς αὐτῷ ἀντηγωνίζετο. διὰ δὲ ταῦτα ἔδοξε τῷ Διὶ ὀργισθέντι τιμωρεῖσθαι αὐτόν, ἐκέλευσε δὲ τοὺς ἀγγέλους λαβόντας τὸν Προμηθέα ἐς ὄρος τι ὑψηλόν τε καὶ ἔρημον ἀπάγειν. οἱ δὲ πέτρᾳ τινὶ ἐν τῷ Καυκάσῳ προσηλώσαντες αὐτὸν διάγειν ἠνάγκασαν. πολλῇ ἐν ταλαιπωρίᾳ.
Ὁ γὰρ Ζεὺς ἀετὸν ἔπεμψεν, ὅσπερ ἐλθὼν καθ’ ἑκάστην ἡμέραν ἐσπάρασσεν αὐτοῦ τὸ ἧπαρ, τὸ δὲ σπαρασσόμενον νυκτὸς ηὐξάνετο· ὁ δὲ Προμηθεὺς εὖ εἰδὼς ἄδικα πάσχων, καὶ ἐλπίζων ὠφελήσειν ποτὲ τοὺς ἀνθρώπους, πάντα ἐτόλμησεν οὐκ ἐθέλων τῷ θεῷ ὑπακούειν.