-
Notifications
You must be signed in to change notification settings - Fork 5
/
Beresford.02.18
4 lines (4 loc) · 2.56 KB
/
Beresford.02.18
1
2
3
4
18. The Cyclops [62-63]
Ὀδυσσεὺς ξυνεστράτευσε τοῖς ἄλλοις Ἕλλησιν ἐπὶ τὴν Τροίαν, καὶ δέκα ἔτη πολιορκήσαντες τὴν πόλιν τέλος κατέλαβον. Καὶ μετὰ ταῦτα οἱ ἄλλοι ἡγεμόνες οἴκαδε ἀπῆλθον, πανύστατος δὲ ὁ Ὀδυσσεὺς καὶ οἱ περὶ αὐτόν. Ἀλλ’ ἀποπλεύσας ξὺν δώδεκα ναυσὶν αὐτοῖς τοῖς ναύταις οὐ καλῶς ἔπραξεν, δέκα δὲ ἔτη περιπλανηθεὶς μόλις ἐς τὴν πατρίδα ἀφίκετο.
Καὶ ἦλθέ ποτε πλανώμενος ἐς τὴν τῶν Κυκλώπων γῆν· καὶ οἱ ἑταῖροι ὁρμίσαντες τᾶς ναῦς παρὰ νήσῳ τινὶ οὐ πολὺ ἀπεχούσῃ τῆς ἠπείρου τῇ ὑστεραίᾳ τὸν πορθμὸν διέβησαν εἴ τι ἐν τῇ ἠπείρῳ εὕροιεν.
Προσελθόντες δὲ ἐπὶ τὸ τοῦ Πολυφήμου ἄντρον, κενὸν ἀνθρώπων αὐτὸ ἐφεῦρον. ὁ δὲ Πολύφημος ἀναχωρήσας ἐπέτυχεν αὐτοῖς ἐν τῷ ἄντρῳ· ὀργισθεὶς δὲ δύο τῶν ξένων καταλαβὼν καὶ ἐπὶ τὴν γῆν προσουδίσας ἀπέκτεινεν. Ἠπόρει οὖν ὁ Ὀδυσσεὺς καὶ οἱ περὶ αὐτὸν ὅπως ἐκφεύξονται, τέλος δὲ τοιόνδε ἐμηχανήσατο· πρῶτον μὲν ἔδωκε τῷ γίγαντι τὸν οἶνον τὸν ἐν τῇ αὑτοῦ πήρα ὅντα, ὅνπερ ἐκεῖνος καταπιὼν ἐκοιμήθη. Ἔπειτα δὲ σταυρόν τινα ἀκονήσας καὶ σκληρὸν ἐν τῷ πυρὶ ποιησάμενος, ἔωσεν αὐτὸν ἐς τὸν ὀφθαλμὸν τὸν τοῦ Πολυφήμου· ἅμα δὲ τῇ ἕῳ ὁ Κύκλωψ ἀφελὼν τὸν λίθον ἐφύλασσε τὴν τοῦ ἄντρου θύραν, ὁ δὲ Ὀδυσσεὺς καὶ οἱ ἑταῖροι ἐπιλαβόμενοι κάτωθεν τῶν ἐρίων τῶν προβάτων τῶν ἐν τῷ ἄντρῳ ἔλαθον ἐκφυγόντες, δόλῳ ἐξαπατήσαντες τὸν Κύκλωπα, καὶ ἐπὶ τὴν ναῦν ἐπιβάντες ἀπέπλευσαν.