-
Notifications
You must be signed in to change notification settings - Fork 5
/
Beresford.02.21
4 lines (4 loc) · 3.32 KB
/
Beresford.02.21
1
2
3
4
21. Ulysses and Argus [68-70]
Τοῦ Τρωικοῦ πολέμου ἤδη τελευτηθέντος, οἱ Ἕλληνες ἐπανῆλθον ἕκαστος πρὸς τὴν ἑαυτοῦ οἰκίαν, καὶ ἐν τοῖς ἄλλοις Ὀδυσσεύς, ὃς ἐν Ἰθάκῃ ᾤκησεν. Ἀλλ’ ἔδει αὐτὸν πανταχοῦ πλανᾶσθαι κατὰ γῆν καὶ κατὰ θάλασσαν, καὶ καθορμίζεσθαι ἐς πολλά τε καὶ ξένα χωρία, πρὶν ἰδεῖν τὴν φίλην γυναῖκα καὶ τὸν υἱὸν καὶ τὴν νῆσον Ἰθάκην. Εἴκοσιν οὖν ἕτη ἐφοίτα, ἐντυγχάνων παντοίοις κινδύνοις, ἄλλοτε μὲν τοῦ χειμῶνος, ἄλλοτε δὲ τῶν ἀνθρώπων· Αἴολος γὰρ ὁ τῶν ἀνέμων βασιλεὺς ἐχθρὸς ἐγένετο αὐτῷ, καὶ τὴν ναῦν ἅνω καὶ κάτω ἤλασεν μεγάλοις ἀνέμοις.
Τέλος δὲ τῷ εἰκοστῷ ἔτει ἀφίκετο ἐς Ἰθάκην καὶ τὴν ναῦν ἐπώκειλε ἐς τὸν μικρὸν λιμένα. Τότε δὲ λάθρᾳ πρὸς τὴν τοῦ συβώτου Εὐμαίου καλύβην προσῆλθεν. Ἐκεῖνος δὲ ἠπόρει οὐκ ἐπιγιγνώσκων τὸν δεσπότην τίς ἐστί πολὺν γοὶρ χρόνον ἤδη ἀπεδήμει. Ἀλλ’ ἐγγὺς ἔκειτο χαμαὶ κύων τις Ἄργος, πρεσβύτατος ἤδη γεγενημένος, ὃν ὁ Ὀδυσσεύς ποτε ἔθρεψεν ἐν τῇ οἰκίᾳ. Καὶ ἐκεῖνος ἀκούσας τὴν τοῦ δεσπότου φωνὴν τὴν κεφαλὴν καὶ τὰ ὦτα ἐκίνει καὶ ἔσαινεν, δῆλος ὢν ἐπιγιγνώσκων αὐτὸν τίς ἐστίν. Ἀλλ’ οὐκέτι ἤρκεσεν αὐτῷ ἡ ἰσχὺς ὥστε δύνασθαι πρὸς τὸν Ὀδυσσέα προσελθεῖν. Οὕτως· οὖν ἔκειτο τὸν δεσπότην τοῖς ὄμμασι τηρῶν.
Ὁ δὲ Ὀδυσσεύς, ἰδὼν τὸν κύνα, ὅν ποτε σκύλακα κατ’ οἶκον ἔσχεν, καταγηρήσαντα δὴ καὶ ὅσον οὐ θνήσκοντα, ἐδάκρυσεν. Ὅμως δακρύων ἔλαθε τὸν Εὔμαιον. Ἔπειτα δε, ἀνελθόντος τοῦ Ὀδυσσέως ἐς τὴν οἰκίαν, ὁ κύων λύπῃ νικηθεὶς ἀπέθανεν. Ἐκεῖνος δὲ μόνος ἐπέγνω τὸν δεσπότην, οὔτε γὰρ ἡ γυνὴ οὔτε τῶν θεραπόντων οὐδεὶς οὕτε ὁ υἱὸς πρῶτόν γε αὐτὸν ἐπέγνω. Ἐξ οὗ γὰρ ἀπῴχετο ἐκ τῆς γῆς πολεμήσων, οὐδεὶς τῶν ἐν τῇ νήσῳ αὐτὸν εἶδεν καὶ πολλοὶ δὴ ἐνόμιζον αὐτὸν τεθνηκέναι. Ὁ γὰρ πόλεμος δέκα ἤδη ἔτη ἐτελευτήθη, καὶ τὰ περὶ τοῦ Ἰλίου ἐκπολιορκηθέντος προσηνέχθη.