-
Notifications
You must be signed in to change notification settings - Fork 5
/
Beresford.02.24
4 lines (4 loc) · 3.51 KB
/
Beresford.02.24
1
2
3
4
24. Ulysses and the Suitors [74-78]
Ὁ δὲ Ὀδυσσεὺς μετὰ τοῦ συβώτου ἐς τὴν ἑαυτοῦ οἰκίαν ἀνῆλθεν ῥάκεσιν ἀμφιεσθείς, πτωχῷ ἐοικώς, καὶ ἐν χερσὶ βακτηρίαν ἔχων. Καὶ ἐν τῷ μεγάρω εὗρεν οὐ τὴν γυναῖκα ἀλλ’ ὡς ἑκατὸν ἄνδρας δειπνοῦντας καὶ πίνοντας οἶνον. Ἔσφαζον γὰρ καθ’ ἡμέραν βοῦς τε καὶ πρόβατα καὶ ὗς, καὶ δι’ ἡμέρας ἐδείπνουν. Οὗτοι γὰρ οἱ ἄνθρωποι, νομίζοντες ὅτι ὁ Ὀδυσσεὺς τέθνηκεν, πρὸς τὴν οἰκίαν ἧκον βουλόμενοι ἕκαστος γαμεῖν Πηνελόπειαν τὴν τοῦ Ὀδυσσέως γυναῖκα. Ἀλλ’ ἐκείνη οὐκ ἤθελεν, ἐλπίζουσα, ἀεὶ τὸν ἄνδρα ἐπανιέναι. Καὶ νῦν ἔτυχεν οὖσα ἐν τῷ θαλάμῳ ξὺν ταῖς θεραπαίναις δακρύουσα καὶ ὀδυρομένη ὑπὲρ Ὀδυσσέως.
Ἐκεῖνος δέ, κλείσας τὰς τοῦ μεγάρου θύρας καὶ ἔχων περὶ ἑαυτὸν τὸν παῖδα Τηλέμαχον καὶ τὸν συβώτην καὶ Φιλοίτιον τὸν βουκόλον, οἳ μόνοι ἐπέγνων αὐτόν, ἕστηκεν. Τότε δὴ κατέλαβε τὸ τόξον τὸ μέγα, ὃ οὐδεὶς οὐδέποτε, εἰ μὴ Εὔρυτος, τείνειν ἐδύνατο. Καὶ γὰρ Εὔρυτος θανούμενος ἔδωκεν αὐτὸ τῷ υἱῷ Ἰφίτῳ, καὶ Ἴφιτος τῳ Ὀδυσσεῖ, ἐπιτυχὼν αὐτῷ νεανίσκῳ ἔτι ὄντι ἐν Μεσσήνῃ. Τουτο οὖν κατέλιπεν οἴκοι ὁ Οδυσσεὺς ἐπὶ τὴν Τρῳάδα πορευόμενος· ἀλλ’ ἡ θεὸς Ἀθηναία νῦν ἀνέμνησεν αὐτὸν τὸ τόξον καὶ τοὺς ὀϊστοὺς οὓς πολλοὺς εἶχεν ἐν τῇ φαρέτρα. Ἡ γὰρ Ἀθηναία ἐφίλει τὸν Ὀδυσσέα καὶ ἀεὶ ἐβοήθει αὐτῷ ἀποροῦντι.
Τείνας οὖν τὸ τόξον ἕστηκεν Ὀδυσσεὺς καὶ οἱ μνηστῆρες ἐφοβοῦντο. Πρῶτον μὲν ἐπέτυχεν Ἀντινόου πίνοντος οἶνον ἐκ χρυσοῦ ποτηρίου, καὶ ὁ ὀϊστὸς διέτρωσε τὸν αὐχένα. Ἔπειτα δὲ πολλοὺς ὡσαύτως ἀπέκτεινεν. Καὶ οὐδένων ὀϊστῶν ἔτι ὄντων, καταλαβὼν ξίφος τε καὶ ἀσπίδα, ἃ ὁ Τηλέμαχος ἐπόριζεν αὐτῷ, πολὺν χρόνον ἐμάχετο καὶ ἀνδρείως. Τέλος δέ, οὐδενὸς τῶν μνηστήρων ἔτι ζῶντος, ἀνέῳξε τὰς θύρας καὶ καλέσας τὰς θεραπαίνας ἔδειξεν οἷα πέπραχεν. Ἐκεῖναι δέ, δακρύουσαι χαρᾷ, ἤγγειλαν τῇ δεσποίνῃ Πηνελοπείᾳ πάντα ὅσα ἴδοιεν. Τότε δὴ πολὺ θαυμάσασα κατέβη ἐς τὸ μέγαρον ὡς αὐτὴ ὀψομένη.