Skip to content

Commit

Permalink
Removed failing files
Browse files Browse the repository at this point in the history
Release 1.1.9960009513
  • Loading branch information
github-actions[bot] committed Jul 16, 2024
1 parent 21e462e commit 6ac3113
Show file tree
Hide file tree
Showing 1,202 changed files with 2,957,857 additions and 7 deletions.
7 changes: 0 additions & 7 deletions data/tlg0527/tlg030/__cts__.xml

This file was deleted.

62 changes: 62 additions & 0 deletions text/ggm0001.ggm001.1st1K-grc1.txt
Original file line number Diff line number Diff line change
@@ -0,0 +1,62 @@
1. Χρὴ γινώσκειν ὅτι πάσης τῆς γῆς ὁ περίμετρος.
στάδιά ἐστι δισχίλια καὶ μυριάδες εἴκοσι πέντε· μῆκος
δὲ τῆς ἡμετέρας οἰκουμένης ἀπὸ στόματος Γάγγου ἕως
Γαδείρων στάδια ὀκτακισμύρια τρισχίλια ὀκ τακόσια·
τὸ δὲ πλάτος ἀπὸ τῆς Αἰθιοπικῆς θαλάσσης ἕως τοῦ
Τανάϊδος ποταμοῦ στάδια τρισμύρια πεντακισχίλια
τὸ δὲ μεταξὺ Εὐφράτου καὶ Τίγριδος ποταμοῦ, ὃ καλεῖται
Μεσοποτάμιον, διάστημα ἔχει σταδίων τρισχιλίων,
Ταύτην τὴν ἀναμέτρησιν πεποίηκεν Ἐρατοσθένης
ὁ τῶν ἀρχαίων μαθητικώτατος.

2. Ἀπὸ τοῦ Βυζαντίου εἰς τὸ Σωσθένιον στάδια
ὀγδοήκοντα, μίλια δέκα καὶ ἥμισυ· ἀπὸ δὲ τοῦ Σωσθενίου
εἰς τὸ Ἱερὸν στάδια τεσσαράκοντα, μίλια πέντε
ἥμισυ· τὸ πᾶν μίλια δεκαέξ. Ἀπὸ δὲ τοῦ Ἱεροῦ Διὸς
Οὐρίου ἤτοι στόματος τοῦ Πόντου ἕως τοῦ ἱεροῦ στόματος
τοῦ Ἴστρου ποταμοῦ στάδια τρισχίλια ἑξακόσια
τεσσαράκοντα, μίλια τετρακόσια ὀγδοήκοντα πέντε ἥμισυ.

3. Ἀπὸ δὲ τοῦ Ἱεροῦ Διὸς Οὐρίου ἕως Βορυσθένους
ποταμοῦ τοῦ καὶ Δανάπρεως καλουμένου στάδια πεντακισχίλια
ἑξακόσια, μίλια ἑπτακόσια τεσσαρακονταὲξ
ἥμισυ. Ἀπὸ δὲ τοῦ Ἱεροῦ Διὸς Οὐρίου ἕως Πορθμίας
πόλεως, τῆς ἐν τέλει τῆς Εὐρώπης τῶν τοῦ Πόντου μερῶν
τῆς ἐν τῷ στομίῳ τῆς Μαιώτιδος λίμνης ἤτοι
Βοσπόρου τοῦ Κιμμερίου καλουμένου, στάδια μύρια
χίλια ἑκατόν, μίλια χίλια τετρακόσια ὀγδοήκοντα.
Λέγεται δὲ τῆς Εὐρώπης τῆς Ποντικῆς ὁ περίπλους
ἴσος εἶναι τῶ περίπλῳ τῶν τῆς Ἀσίας μερῶν.

4. Ἀπὸ δὲ τοῦ Ἱεροῦ Διὸς Οὐρίου ἕως Ἀμισοῦ
στάδια τετρακισχίλια ἑξακόσια ἐξήκοντα, μίλια ἑξακόσια
εἰκοσιὲν ἥμισυ. Ἀπὸ δὲ Ἀμισοῦ ἕως τοῦ Φάσεως
ποταμοῦ στάδια τρισχίλια ὀκτακόσια δύο, μίλια πεντακόσια
ἑπτά. Ἀπὸ δὲ τοῦ Φάσεως ποταμοῦ ἕως τοῦ
στόματος τῆς Μαιώτιδος λίμνης ἤτοι ἕως τῆς Ἀχιλλείου
κώμης στάδια τετρακισχίλια εἴκοσι πέντε, μίλια
πεντακόσια τριακονταὲξ ἥμισυ, ὡς γίνεσθαι ἀπὸ τοῦ
Ἱεροῦ Διὸς Οὐρίου ἕως τοῦ στόματος τῆς Μαιώτιδος
λίμνης στάδια μύρια δισ χίλια τετρακόσια ὀγδοήκοντα
ἑπτὰ, μίλια χίλια ἑξακόσια ἐξήκοντα πέντε
ἥμισυ.

5. Ὁμοῦ γίνεται ὁ περίπλους τοῦ Εὐξείνου Πόντου,
τῶν τε δεξιῶν τῶν τε παρὰ τὴν Ἀσίαν μερῶν τοῦ
Πόντου, ἀριστερῶν δὲ τῶν παρὰ τὴν Εὐρώπην μερῶν
τοῦ Πόντου, ἀπὸ τοῦ Ἱεροῦ Διὸς Οὐρίου, στάδια δισμύρια
τρισχίλια πεντακόσια ὀγδοήκοντα ἑπτὰ , μίλια
τρισχίλια ἑκατὸν τεσσαράκοντα πέντε. Ἔστι δὲ
καὶ ὁ περίπλους τῆς Μαιώτιδος λίμνης στάδια ἐννακισχίλια .
μίλια χίλια διακόσια.

6. Περὶ τοῦ σταδίου. Τὸ στάδιον πήχεις ἔχει
τετρακοσίους, πόδας ὀκτακοσίους, ὀργυιὰς ἑκατὸν τριάκοντα
τρεῖς ἥμισυ.

7. Περὶ τοῦ μιλίου. Τὸ μίλιον ἔχει στάδια ἑπτὰ
ἥμισυ, πήχεις τρισχιλίους, πόδας ἑξακισχιλίους.

8. Περὶ τοῦ ἐνιαυτοῦ. Ἅπας ἔχει ὥρας ὀκτακισχιλίας
ἑπτακοσίας ἐξήκοντα ἓξ, ἡμέρας τριακοσίας
ἑξήκοντα πέντε καὶ τέταρτον.
Loading

0 comments on commit 6ac3113

Please sign in to comment.